Ἄνδρα μοι ἔννεπε, Μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσε·
πολλῶν δ’ ἀνθρώπων ἴδε(ν) ϝάστεα καὶ νόον ἔγνω,
πολλὰ δ’ γ’ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
ἀρνύμενος ϝ̔ήν τε ψῡχὴν καὶ νόστον ἑταίρων.
ἀλλ’ οὐδ’ ὧς ἑτάρους ἐρρῡ́σατο, ῑ̔έμενός περ·
αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
νήπιοι, οἳ κατὰ βοῦς Ὑπερῑ́ονος Ἠελίοιο
ἤσθιον· αὐτὰρ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.
τῶν ἁμόθεν γε, θεᾱ́, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν. 10

ἔνθ’ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,
οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·
τὸν δ’ οἶον, νόστου κεχρημένον ἠδὲ γυναικός,
νύμφη πότνι’ ἔρῡκε Καλυψώ, δῖα θεᾱ́ων,
ἐν σπέεσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.
ἀλλ’ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,
τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
εἰς Ἰθάκην, οὐδ’ ἔνθα πεφυγμένος ἦεν ἀέθλων
καὶ μετὰ οἷσι φίλοισι· θεοὶ δ’ ἐλέαιρον ἅπαντες
νόσφι Ποσειδᾱ́ωνος· ὁ δ’ ἀσπερχὲς μενέαινεν 20
ἀντιθέῳ Ὀδυσῆϊ πάρος ϝἣν γαῖαν ἱκέσθαι.
ἀλλ’ ὁ μὲν Αἰθίοπας μετεκῑ́αθε τηλόθ’ ἐόντας,
Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,
οἱ μὲν δῡσομένου Ὑπερῑ́ονος, οἱ δ’ ἀνιόντος,
ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
ἔνθ’ ὅ γε τέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι
Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.
τοῖσι δὲ μῡ́θων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
μνήσατο γὰρ κατὰ θῡμὸν ἀμῡ́μονος Αἰγίσθοιο,
τόν ῥ’ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκταν’ Ὀρέστης· 30
τοῦ ὅ γ’ ἐπιμνησθεὶς ἔπε’ ᾱ̓θανάτοισι μετηύδα·

«ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται.
ἐξ ἡμέων γάρ φᾱσι κάκ’ ἔμμεναι· οἱ δὲ καὶ αὐτοὶ
σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε’ ἔχουσιν,
ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδᾱο
γῆμ’ ἄλοχον μνηστήν, τὸν δ’ ἔκτανε νοστήσαντα,
εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
Ἑρμείαν πέμψαντες, ἐΰσκοπον Ἀργεϊφόντην,
μήτ’ αὐτὸν κτείνειν μήτε μνᾱ́ασθαι ἄκοιτιν·
ἐκ γὰρ Ὀρέστᾱο τίσις ἔσσεται Ἀτρεΐδᾱο, 40
ὁππότ’ ἂν ἡβήσῃ τε καὶ ἧς ῑ̔μείρεται αἴης.
ὣς ἔφαθ’ Ἑρμείᾱς, ἀλλ’ οὐ φρένας Αἰγίσθοιο
πεῖθ’ ἀγαθὰ φρονέων· νῦν δ’ ἁθρόα πάντ’ ἀπέτεισε.»

τὸν δ’ ἠμείβετ’ ἔπειτα θεᾱ̀ γλαυκῶπις Ἀθήνη·
«ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
καὶ λῑ́ην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ,
ὡς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαῦτά γε ῥέζοι.
ἀλλά μοι ἀμφ’ Ὀδυσῆϊ δαΐφρονι δαίεται ἦτορ,
δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει
νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τ’ ὀμφαλός ἐστι θαλάσσης, 50
νῆσος δενδρήεσσα, θεᾱ̀ δ’ ἐν δώματα ναίει,
Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης
πᾱ́σης βένθεα οἶδεν, ἔχει δέ τε κῑ́ονας αὐτὸς
μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσι.
τοῦ θυγάτηρ δύστηνον ὀδῡρόμενον κατερῡ́κει,
αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισι
θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,
ῑ̔έμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι
ἧς γαίης, θανέειν ῑ̔μείρεται. οὐδέ νυ σοί περ
ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε; οὔ νύ τ’ Ὀδυσσεὺς 60
Ἀργείων παρὰ νηυσὶ χαρίζετο ῑ̔ερὰ ῥέζων
Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδῡ́σᾱο, Ζεῦ;»

τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
«τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
πῶς ἂν ἔπειτ’ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δ’ ῑ̔ρὰ θεοῖσιν
ᾱ̓θανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
ἀλλὰ Ποσειδᾱ́ων γαιήοχος ἀσκελὲς αἰὲν
Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,
ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον 70
πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,
Φόρκῡνος θυγάτηρ, ἁλὸς ἀτρυγέτοιο μέδοντος,
ἐν σπέεσι γλαφυροῖσι Ποσειδᾱ́ωνι μιγεῖσα.
ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδᾱ́ων ἐνοσίχθων
οὔ τι κατακτείνει, πλάζει δ’ ἀπὸ πατρίδος αἴης.
ἀλλ’ ἄγεθ’ ἡμεῖς οἵδε περιφραζώμεθα πάντες
νόστον, ὅπως ἔλθῃσι· Ποσειδᾱ́ων δὲ μεθήσει
ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων
ᾱ̓θανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.»

τὸν δ’ ἠμείβετ’ ἔπειτα θεᾱ̀ γλαυκῶπις Ἀθήνη· 80
«ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσι,
νοστῆσαι Ὀδυσῆα πολύφρονα ϝὅνδε δόμονδε,
Ἑρμείαν μὲν ἔπειτα, διάκτορον Ἀργεϊφόντην,
νῆσον ἐς Ὠγυγίην ὀτρῡ́νομεν, ὄφρα τάχιστα
νύμφῃ ἐϋπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,
νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται.
αὐτὰρ ἐγὼν Ἰθάκηνδε ἐλεύσομαι, ὄφρα οἱ υἱὸν
μᾶλλον ἐποτρῡ́νω καί οἱ μένος ἐν φρεσὶ θείω,
εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς 90
πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
μῆλ’ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
πέμψω δ’ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,
ἠδ’ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.»

ὣς εἰποῦσ’ ὑπὸ ποσσὶν ἐδήσατο κᾱλὰ πέδῑλα,
ἀμβρόσια χρῡ́σεια, τά μιν φέρον ἠμὲν ἐφ’ ὑγρὴν
ἠδ’ ἐπ’ ἀπείρονα γαῖαν ἅμα πνοιῇσ’ ἀνέμοιο.
εἵλετο δ’ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,
βρῑθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν 100
ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη,
βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ᾱ̓ΐξᾱσα,
στῆ δ’ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροισ’ Ὀδυσῆος,
οὐδοῦ ἐπ’ αὐλείου· παλάμῃ δ’ ἔχε χάλκεον ἔγχος,
εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι, Μέντῃ.
εὗρε δ’ ἄρα μνηστῆρας ἀγήνορας· οἱ μὲν ἔπειτα
πεσσοῖσι προπάροιθε θυρᾱ́ων θῡμὸν ἔτερπον,
ἥμενοι ἐν ῥῑνοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί.
κήρῡκες δ’ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
οἱ μὲν ἄρ’ οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ῡ̔́δωρ, 110
οἱ δ’ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζᾱς
νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.

τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής·
ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,
ὀσσόμενος πατέρ’ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
τῑμὴν δ’ αὐτὸς ἔχοι καὶ κτήμασιν οἷσιν ἀνάσσοι.
τὰ φρονέων μνηστῆρσι μεθήμενος εἴσιδ’ Ἀθήνην,
βῆ δ’ ἰθὺς προθύροιο, νεμεσσήθη δ’ ἐνὶ θῡμῷ
ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στᾱ̀ς 120
χεῖρ’ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
καί μιν φωνήσᾱς ἔπεα πτερόεντα προσηύδα·

«χαῖρε, ξεῖνε, παρ’ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα
δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.»

ὣς εἰπὼν ἡγεῖθ’, ἡ δ’ ἕσπετο Παλλὰς Ἀθήνη.
οἱ δ’ ὅτε δή ῥ’ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,
ἔγχος μέν ῥ’ ἔστησε φέρων πρὸς κῑ́ονα μακρὴν
δουροδόκης ἔντοσθεν ἐϋξόου, ἔνθα περ ἄλλα
ἔγχε’ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
αὐτὴν δ’ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας, 130
κᾱλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
πὰρ δ’ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ
δείπνῳ ἀηδήσειεν, ὑπερφιάλοισι μετελθών,
ἠδ’ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
χέρνιβα δ’ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
κᾱλῇ χρῡσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλ’ ἐπιθεῖσα, χαριζομένη παρεόντων· 140
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
παντοίων, παρὰ δέ σφι τίθει χρῡ́σεια κύπελλα,
κῆρυξ δ’ αὐτοῖσιν θάμ’ ἐπῴχετο οἰνοχοεύων.

ἐς δ’ ἦλθον μνηστῆρες ἀγήνορες· οἱ μὲν ἔπειτα
ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε.
τοῖσι δὲ κήρῡκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
σῖτον δὲ δμῳαὶ παρενήεον ἐν κανέοισι,
κοῦρϝοι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο 150
μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,
μολπή τ’ ὀρχηστύς τε· τὰ γάρ τ’ ἀναθήματα δαιτός.
κῆρυξ δ’ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκε
Φημίῳ, ὅς ῥ’ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο κᾱλὸν ἀείδειν,
αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ’ οἱ ἄλλοι·

«ξεῖνε φίλ’, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,
ῥεῖ’, ἐπεὶ ἀλλότριον βῑ́οτον νήποινον ἔδουσιν, 160
ἀνέρος, οὗ δή που λεύκ’ ὀστέα πῡ́θεται ὄμβρῳ
κείμεν’ ἐπ’ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.
εἰ κεῖνόν γ’ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,
πάντες κ’ ἀρησαίατ’ ἐλαφρότεροι πόδας εἶναι
ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.
νῦν δ’ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἥμιν
θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων
φῇσιν ἐλεύσεσθαι· τοῦ δ’ ὤλετο νόστιμον ἦμαρ.
ἀλλ’ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; 170
ὁπποίης τ’ ἐπὶ νηὸς ἀφῑ́κεο; πῶς δέ σε ναῦται
ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
οὐ μὲν γάρ τί σε πεζὸν ὀῑ̈́ομαι ἐνθάδ’ ἱκέσθαι.
καί μοι τοῦτ’ ἀγόρευσον ἐτήτυμον, ὄφρ’ ἐῢ εἰδῶ,
ἠὲ νέϝον μεθέπεις, ἦ καὶ πατρώϊός ἐσσι
ξεῖνϝος, ἐπεὶ πολλοὶ ἴσαν ᾱ̓νέρες ἡμέτερον δῶ ?
ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.»